Please enter your identifiers to connect to your space
You will be sent your password
Please type your emai.l
Please type your email and a password of at least 6 characters to create your space.
Please type your password et a new one with at least 6 characters.
Please type your password and a new valid email
En créant votre espace vous pouvez mémoriser les fiches de manière permanente et les rappeler d'une session l'autre.
Vous devez auparavant être connecté à votre espace.
Vous pouvez classer vos fiches dans des dossiers. Pour Créer un dossier :
Cette action supprime toutes les fiches mémorisées dans le dossier.
Depuis la fiche :
Depuis mon espace :
Depuis mon espace :
lieu : Éphèse, Carie (Turquie)
période : fin de l’époque achéménide ou début de l’époque hellénistique
editio princeps : F. Eichler, Anz.Wien 99 (1962) : 50-52.
autres éditions : Knibbe, ÖJh 46 (1961/63) : 175-182; Wankel (1979), n°2 (IK 11.1a, 2); Masson (1987)
auteur de la fiche : Pierre Briant
date de mise en ligne : 21 juillet 2000
date de dernière mise à jour : 15 mai 2014
Οἱ προήγοροι ὑπὲρ τῆς θεοῦ κατε[δι]- | |
κάσαντο θάνατογ κατὰ τὴμ προγρ[α]- | |
φὴν τῆς δίκης ταύτην· ὅτι θεωρῶν | |
ἀποσταλέντων ὑπὸ τῆς πόλεως ἐπ[ὶ] | |
χιτῶνας τῆι Ἀρτέμιδι κατὰ τὸν ν[ό]- | 5 |
μον τὸμ πάτριογ, καὶ τῶν ἱερῶγ κα[ὶ] | |
τῶν θεωρῶν παραγενομένων εἰς Σ[άρ]- | |
δεις καὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος | |
τὸ ἱδρυμένον ὑπὸ Ἐφεσίων τά τε ἱ[ερὰ] | |
ἠσέβησαγ καὶ τοὺς θεωροὺς ὕβρι[σαν·] | 10 |
τίμημα τῆς δίκης θάνατος. | |
κατεδικάσθη δὲ τῶνδε· | |
Τυιου τοῦ Μανεω τοῦ Σαπλαδος· | |
Στρόμβου τοῦ Μανεω τοῦ Σαπλαδος· | |
Μουσαίου τοῦ Ἡρακλείδεω· Πακτ[υω] | 15 |
τοῦ Καρουδος τοῦ Ἡρακλείδεω· Π[- -] | |
τοῦ Καρουδος· Μιλήτου τοῦ Καρ[ουδοςͺ·] | |
Πυ[θ]έου τοῦ Καρουδος· Πακτυω τ[οῦ] | |
Ατι[δ]ος· Σαπλουδος τοῦ Πίλου· | |
Ἡρα[κ]λείδεω τοῦ Αρτυμεω τοῦ Μανε[ω] | 20 |
βαλανέως· Ἡρακλείδεω | |
τοῦ Αρτυμεω τοῦ Μανεω βαλανέω[ς τοῦ] | |
ἀδελφοῦ Ἴλου· Μανεω τοῦ Ατιδος | |
τοῦ Αριωτεω· Μοξου τοῦ Αταδος | |
τοῦ πελματοπώλεω· | 25 |
Μοξου τοῦ Αταδος | |
τοῦ πελματοπώλεω τοῦ ἀδελφοῦ· | |
Μοξου τοῦ Οἴλου τοῦ Σαπλαδος το[ῦ] | |
ὑποδηματοπώλεω· Μοσχίωνος κα[ὶ] | |
Ἑρμολάου ἀδελφῶν· Πίλου τοῦ Κα[ρου]- | 30 |
δος τοῦ βουκόπου· Αρτυμεω τοῦ Σ[πελ]- | |
μου τοῦ βουκόπου· Στρόμβου τοῦ | |
Καρουδος τοῦ Κονδαδος· Στρόμβ[ου] | |
τοῦ Πακτυω τοῦ Μανεω· Στρόμβου [τοῦ] | |
Ἡρακλείδεω τοῦ χρυσοχοῦ· Σαπλα[δος] | 35 |
τοῦ Στρόμβου· Ταμασιδος τοῦ Στρ[όμ]- | |
βου· Ζακρωρεω τοῦ Καδωδος τοῦ Μα[νεω·] | |
Στρόμβου τοῦ Μανεω τοῦ Ἐφέσου· | |
Αρτ[υ]μεω τοῦ Δαου· Τυιου τοῦ Πυθέ[ου·] | |
Αρτυμεω τοῦ Μανεω τοῦ Κοτύλου· | 40 |
Σισινεω τοῦ Ευμανεω τοῦ ἐξ Ἱερῆς | |
Κώμης· Πυθέου τοῦ Στρόμβου τοῦ [. . .]- | |
στεω· Πακτυω τοῦ Ατιδος τοῦ ἱερ[έως·] | |
Πακτυω τοῦ Μανεω ἐλαιοπώλεω· [. . . . .] | |
τοῦ Καρουδος· Παπεω τοῦ Ἐφέσου [τοῦ] | 45 |
Καρουδος· Μιθραδατεω τοῦ Τυιο[υ τοῦ] | |
Μανεω τοῦ Ατιδος δούλου· Στρόμ[βου] | |
τοῦ Καρουδος τοῦ Κοτύλου· Στρόμ[βου] | |
τοῦ Καρουδος· Πυθέου τοῦ Στρόμβου | |
τοῦ Καδωδος τοῦ Βαβαδος· Πακτυω τοῦ | 50 |
Μανεω Καρός· Μοξου τοῦ Στρόμβου το[ῦ] | |
Πυθέου· Σπελμου τοῦ Τυιου τοῦ Βαγα- | |
τεως (?) τοῦ ἱεροκήρυκος· Ρατοπα(τ)εω τοῦ | |
Παπεω· Καρουδος τοῦ Μανεω τοῦ Αταδος | |
ἐξ Ἰβιδος Κώμης· Αταδος <ος> τοῦ τὴν θυγ[α]- | 55 |
τέρα ἔχοντος τὴμ Πακτυω τοῦ Ατιδος· | |
Σαματικεω τοῦ Ποταδος. |
Trad. Olivier Masson
Trad. Hermann Wankel